Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς
  2. οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ
  3. οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν
  4. ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
  5. μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
  6. ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,
  7. ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
  8. καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
  9. καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
  10. δέξαντο· Διὸς δὲ χάριν
  11. ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
  12. τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
  13. εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
  14. ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
  15. τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα