Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
  2. τῷ μὲν διδύμας χάριτας,
  3. εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
  4. τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
  5. ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
  6. ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
  7. ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
  8. Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
  9. σεμνὰν θεὸν ἐννύχιαι.
  10. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·
  11. ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
  12. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
  13. ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
  14. τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
  15. λαγέταν γάρ τοι τύραννον δέρκεται,