Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
  2. ὦρσεν πυρὶ καιόμενος
  3. ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
  4. τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ
  5. ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
  6. σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
  7. σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
  8. ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
  9. δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
  10. εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
  11. ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
  12. Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,
  13. ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
  14. ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς
  15. χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.