Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἄνδρʼ ἐκ θανάτου κομίσαι
  2. ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
  3. ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
  4. χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
  5. γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
  6. μή, φίλα ψυχά, βίον ἀθάνατον
  7. σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.
  8. εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ
  9. φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
  10. ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον
  11. καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
  12. ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
  13. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
  14. Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,
  15. ὃς Συρακόσσαισι νέμει βασιλεὺς
  16. πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
  17. τῷ μὲν διδύμας χάριτας,
  18. εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
  19. τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
  20. ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος