Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
  2. σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
  3. ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
  4. σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν
  5. λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι
  6. τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
  7. οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
  8. ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
  9. ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
  10. καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
  11. πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
  12. τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
  13. ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
  14. ἢ χερμάδι τηλεβόλῳ,
  15. ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
  16. ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
  17. τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
  18. φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
  19. ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
  20. ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς