Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
  2. ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
  3. Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
  4. σεμνὰν θεὸν ἐννύχιαι.
  5. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·
  6. ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
  7. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
  8. ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
  9. τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
  10. λαγέταν γάρ τοι τύραννον δέρκεται,
  11. εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς
  12. οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ
  13. οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν
  14. ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
  15. μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
  16. ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,
  17. ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
  18. καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
  19. καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
  20. δέξαντο· Διὸς δὲ χάριν