Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
  2. φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
  3. ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
  4. ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
  5. ἄνδρʼ ἐκ θανάτου κομίσαι
  6. ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
  7. ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
  8. χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
  9. γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
  10. μή, φίλα ψυχά, βίον ἀθάνατον
  11. σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.
  12. εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ
  13. φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
  14. ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον
  15. καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
  16. ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
  17. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
  18. Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,
  19. ὃς Συρακόσσαισι νέμει βασιλεὺς
  20. πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
  21. τῷ μὲν διδύμας χάριτας,
  22. εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
  23. τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
  24. ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
  25. ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
  26. ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
  27. Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
  28. σεμνὰν θεὸν ἐννύχιαι.
  29. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·
  30. ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
  31. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
  32. ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
  33. τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
  34. λαγέταν γάρ τοι τύραννον δέρκεται,
  35. εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς
  36. οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ
  37. οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν
  38. ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
  39. μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
  40. ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,
  41. ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
  42. καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
  43. καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
  44. δέξαντο· Διὸς δὲ χάριν
  45. ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
  46. τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
  47. εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
  48. ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
  49. τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
  50. τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
  51. ὦρσεν πυρὶ καιόμενος
  52. ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
  53. τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ
  54. ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
  55. σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
  56. σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
  57. ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
  58. δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
  59. εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
  60. ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
  61. Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,
  62. ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
  63. ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς
  64. χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.