Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
  2. ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
  3. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
  4. παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
  5. χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
  6. ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον
  7. ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι
  8. περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
  9. πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
  10. φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
  11. ἀρήγει· ποτὶ κέντρον δέ τοι
  12. λακτιζέμεν τελέθει
  13. ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
  1. ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
  2. εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
  3. ζώειν τὸν ἀποιχόμενον,
  4. Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,
  5. νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ
  6. τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
  7. ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
  8. τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
  9. πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
  10. τόξοισιν ὕπʼ Ἀρτέμιδος,
  11. εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος
  12. γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν
  13. ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
  14. πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
  15. καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
  16. οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν
  17. οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
  18. οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
  19. ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι
  20. ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
  21. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
  22. ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
  23. μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
  24. ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
  25. καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
  26. λέκτροισιν ἀπʼ Ἀρκαδίας.
  27. οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
  28. Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,
  29. πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν
  30. οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
  31. καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
  32. ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
  33. θύοισαν ἀμαιμακέτῳ
  34. ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος
  35. ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων
  36. πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
  37. σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
  38. ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
  39. σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν
  40. λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι
  41. τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
  42. οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
  43. ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
  44. ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
  45. καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
  46. πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
  47. τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
  48. ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
  49. ἢ χερμάδι τηλεβόλῳ,
  50. ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
  51. ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,