Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
  2. λέκτροισιν ἀπʼ Ἀρκαδίας.
  3. οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
  4. Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,
  5. πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν
  6. οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
  7. καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
  8. ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
  9. θύοισαν ἀμαιμακέτῳ
  10. ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος
  11. ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων
  12. πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
  13. σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
  14. ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
  15. σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν
  16. λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι
  17. τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
  18. οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
  19. ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
  20. ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
  21. καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
  22. πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
  23. τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
  24. ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
  25. ἢ χερμάδι τηλεβόλῳ,
  26. ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
  27. ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
  28. τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
  29. φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
  30. ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
  31. ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
  32. ἄνδρʼ ἐκ θανάτου κομίσαι
  33. ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
  34. ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
  35. χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
  36. γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
  37. μή, φίλα ψυχά, βίον ἀθάνατον
  38. σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.
  39. εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ
  40. φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
  41. ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον
  42. καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
  43. ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
  44. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
  45. Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,
  46. ὃς Συρακόσσαισι νέμει βασιλεὺς
  47. πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
  48. τῷ μὲν διδύμας χάριτας,
  49. εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
  50. τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
  51. ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
  52. ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
  53. ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
  54. Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
  55. σεμνὰν θεὸν ἐννύχιαι.