Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
  2. ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
  3. μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
  4. τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
  5. ἄθρησον χάριν ἑπτακτύπου
  6. φόρμιγγος ἀντόμενος.
  7. γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
  8. καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
  9. ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·
  10. οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
  11. ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
  12. ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
  13. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
  14. ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
  15. σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
  16. ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
  17. δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
  18. οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·
  19. ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
  20. ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
  21. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
  22. παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
  23. χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
  24. ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον
  25. ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι
  26. περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
  27. πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
  28. φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
  29. ἀρήγει· ποτὶ κέντρον δέ τοι
  30. λακτιζέμεν τελέθει
  31. ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
  1. ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
  2. εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
  3. ζώειν τὸν ἀποιχόμενον,
  4. Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,
  5. νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ
  6. τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
  7. ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
  8. τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
  9. πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
  10. τόξοισιν ὕπʼ Ἀρτέμιδος,
  11. εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος
  12. γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν
  13. ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
  14. πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
  15. καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
  16. οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν
  17. οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
  18. οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
  19. ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι
  20. ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
  21. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
  22. ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
  23. μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
  24. ἔσχε τοιαύταν μεγάλαν ἀυάταν