Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·
  2. ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
  3. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
  4. ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
  5. τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
  6. λαγέταν γάρ τοι τύραννον δέρκεται,
  7. εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς
  8. οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ
  9. οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν
  10. ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
  11. μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
  12. ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,
  13. ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
  14. καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
  15. καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
  16. δέξαντο· Διὸς δὲ χάριν
  17. ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
  18. τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
  19. εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
  20. ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
  21. τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
  22. τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
  23. ὦρσεν πυρὶ καιόμενος
  24. ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
  25. τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ
  26. ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
  27. σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
  28. σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
  29. ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
  30. δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
  31. εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
  32. ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
  33. Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,
  34. ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
  35. ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς
  36. χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.
  1. σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ
  2. στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
  3. Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,
  4. ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,
  5. οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα
  6. χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
  7. νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον
  8. πόλιν ἐν ἀργενν όε ντι μαστῷ,
  9. καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι
  10. ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς
  11. παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτως
  12. ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·
  13. κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·
  14. φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν
  15. ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων
  16. Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
  17. ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
  18. ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
  19. κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων