Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
- τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
- ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
- μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
- εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
- τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
- ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
- κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
- ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
- ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
- ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ
- σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
- ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
- εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς.
- κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
- φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων,
- ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
- σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
- Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
- διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.
- θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
- λέγειν ἐν πτερόεντι τροχῷ
- παντᾷ κυλινδόμενον·
- τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
- ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
- γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
- Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
- πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
- ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ
- ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι
- φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι
- ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,
- ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
- Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
- εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν
- ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο,
- ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
- εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
- θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
- Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
- ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
- ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
- μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
- τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
- ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου
- σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς
- θαυμαστός, ἀμφοτέροις
- ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.
- θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
- θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
- δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν,
- ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼν
- φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
- εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ
- ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
- πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
- τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
- πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
- ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει
- ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
- χαύνα πραπίδι παλαιμονεῖ κενεά.
- εὐανθέα δʼ ἀναβάσομαι στόλον ἀμφʼ ἀρετᾷ
- κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
- δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
- τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι
- ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
- ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
- μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
- τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
- ἄθρησον χάριν ἑπτακτύπου
- φόρμιγγος ἀντόμενος.
- γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
- καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
- ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·
- οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
- ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
- ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
- κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
- ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
- σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
- ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
- δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
- οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·
- ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
- ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
- ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
- παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
- χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
- ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον
- ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι
- περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
- πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
- φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
- ἀρήγει· ποτὶ κέντρον δέ τοι
- λακτιζέμεν τελέθει
- ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.