Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.
  2. θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
  3. λέγειν ἐν πτερόεντι τροχῷ
  4. παντᾷ κυλινδόμενον·
  5. τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
  6. ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
  7. γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
  8. Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
  9. πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
  10. ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ
  11. ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι
  12. φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι
  13. ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,
  14. ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
  15. Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
  16. εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν
  17. ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο,
  18. ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
  19. εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
  20. θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
  21. Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
  22. ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
  23. ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
  24. μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
  25. τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
  26. ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου
  27. σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς
  28. θαυμαστός, ἀμφοτέροις
  29. ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.
  30. θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
  31. θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
  32. δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν,
  33. ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼν
  34. φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
  35. εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ
  36. ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
  37. πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
  38. τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
  39. πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
  40. ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει
  41. ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
  42. χαύνα πραπίδι παλαιμονεῖ κενεά.
  43. εὐανθέα δʼ ἀναβάσομαι στόλον ἀμφʼ ἀρετᾷ
  44. κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
  45. δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
  46. τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι
  47. ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
  48. ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
  49. μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
  50. τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
  51. ἄθρησον χάριν ἑπτακτύπου
  52. φόρμιγγος ἀντόμενος.
  53. γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
  54. καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
  55. ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·
  56. οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
  57. ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
  58. ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
  59. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
  60. ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
  61. σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
  62. ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
  63. δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
  64. οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·