Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
  2. πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
  3. ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει
  4. ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
  5. χαύνα πραπίδι παλαιμονεῖ κενεά.
  6. εὐανθέα δʼ ἀναβάσομαι στόλον ἀμφʼ ἀρετᾷ
  7. κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
  8. δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
  9. τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι
  10. ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
  11. ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
  12. μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
  13. τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
  14. ἄθρησον χάριν ἑπτακτύπου
  15. φόρμιγγος ἀντόμενος.
  16. γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
  17. καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
  18. ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·
  19. οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
  20. ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,