Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
  2. εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
  3. θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
  4. Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
  5. ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
  6. ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
  7. μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
  8. τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
  9. ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου
  10. σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς
  11. θαυμαστός, ἀμφοτέροις
  12. ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.
  13. θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
  14. θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
  15. δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν,
  16. ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼν
  17. φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
  18. εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ
  19. ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
  20. πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.