Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
  2. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
  3. ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
  4. σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
  5. ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
  6. δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
  7. οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·
  8. ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
  9. ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
  10. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
  11. παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
  12. χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
  13. ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον
  14. ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι
  15. περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
  16. πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
  17. φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
  18. ἀρήγει· ποτὶ κέντρον δέ τοι
  19. λακτιζέμεν τελέθει
  20. ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.