Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
  2. τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
  3. Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
  4. πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος.
  5. ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·
  6. τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ
  7. Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλου
  8. καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι
  9. ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ
  10. Δωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι,
  11. Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.
  12. Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωρ
  13. αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,
  14. σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,
  15. υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.
  16. λίσσομαι νεῦσον, Κρονίων, ἅμερον
  17. ὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας·
  18. οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,
  19. ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν,
  20. Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι
  21. πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,
  22. μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,
  23. ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,
  24. παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις,
  25. τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
  26. καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις
  27. ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει
  28. αἰανὴς ταχείας ἐλπίδας·
  29. ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις.
  30. ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,
  31. μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
  32. εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται
  33. πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
  34. εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων,
  35. εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·
  36. ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρ
  37. ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας
  38. οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
  39. καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά·
  40. τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
  41. ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
  42. οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν
  43. μαλθακὰν παίδων ὀάροισι δέκονται.
  44. τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρ
  45. ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.
  1. μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
  2. τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
  3. ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
  4. μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
  5. εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
  6. τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
  7. ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
  8. κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
  9. ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
  10. ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
  11. ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ
  12. σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
  13. ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
  14. εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς.
  15. κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
  16. φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων,
  17. ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
  18. σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
  19. Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων