Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων
- σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,
- πείθονται δʼ ἀοιδοὶ σάμασιν,
- ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
- καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
- ἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις,
- ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν
- ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων
- ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς
- ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν
- ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
- κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
- ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
- Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον,
- ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
- Τυφὼς ἑκατοντακάρανος· τόν ποτε
- Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν
- ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
- Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει,
- νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·
- τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
- ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
- αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας
- φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
- κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν
- δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
- οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
- καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
- εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,
- ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν
- κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
- γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
- ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις
- ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ
- καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος
- ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
- λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν
- καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
- Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,
- ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
- ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
- καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον
- αἰνῆσαι μενοινῶν ἔλπομαι
- μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,
- μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·
- εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.
- ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
- τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
- οἵαν οὔτις Ἑλλάνων δρέπει,
- πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
- ἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλον
- καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
- ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·
- ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,
- ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
- οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
- τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
- Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
- πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος.
- ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·
- τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ
- Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλου
- καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι
- ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ
- Δωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι,
- Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.
- Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωρ
- αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,
- σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,
- υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.
- λίσσομαι νεῦσον, Κρονίων, ἅμερον
- ὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας·
- οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,
- ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν,
- Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι
- πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,
- μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,
- ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,
- παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις,
- τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
- καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις
- ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει
- αἰανὴς ταχείας ἐλπίδας·
- ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις.
- ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,
- μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
- εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται
- πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
- εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων,
- εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·
- ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρ
- ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας
- οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
- καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά·
- τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
- ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
- οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν
- μαλθακὰν παίδων ὀάροισι δέκονται.
- τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρ
- ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.