Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν
  2. Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,
  3. δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.
  4. τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ
  5. ὄλβῳ τεθαλότα, μέμφομʼ αἶσαν τυραννίδων·
  6. ξυναῖσι δʼ ἀμφʼ ἀρεταῖς τέταμαι. φθονεροὶ δʼ ἀμύνονται
  7. ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν
  8. ἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰν
  9. καλλίονα θανάτου στείχοι , γλυκυτάτᾳ γενεᾷ
  10. εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
  11. ἅ τε τὸν Ἰφικλείδαν
  12. διαφέρει Ἰόλαον
  13. ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,
  14. σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,
  15. τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας,
  16. τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου.
  1. αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,
  2. Φερσεφόνας ἕδος, ἅ τʼ ὄχθαις ἔπι μηλοβότου
  3. ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,
  4. ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ