Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·
  2. ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
  3. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
  4. ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
  5. μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων
  6. Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον
  7. Στρόφιον ἐξίκετο, νέα κεφαλά,
  8. Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει
  9. πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
  10. ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
  11. ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
  12. ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;
  13. Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
  14. φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν
  15. ἢ πατρὶ Πυθονίκῳ
  16. τό γέ νυν ἢ Θρασυδαίῳ·
  17. τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.
  18. τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
  19. Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
  20. ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·