Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν
  2. γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ,
  3. ἑπταπύλοισι Θήβαις
  4. χάριν ἀγῶνί τε Κίρρας,
  5. ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν
  6. τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών,
  7. ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα
  8. νικῶν ξένου Λάκωνος Ὀρέστα.
  9. τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας
  10. χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,
  11. ὁπότε Δαρδανίδα κόραν Πριάμου
  12. Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ
  13. ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον
  14. νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ
  15. σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
  16. ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
  17. ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
  18. ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον
  19. ἀλλοτρίαισι γλώσσαις·
  20. κακολόγοι δὲ πολῖται.