Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
- Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
- ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
- ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων
- θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας,
- Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,
- ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων
- στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,
- ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν
- γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ,
- ἑπταπύλοισι Θήβαις
- χάριν ἀγῶνί τε Κίρρας,
- ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν
- τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών,
- ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα
- νικῶν ξένου Λάκωνος Ὀρέστα.
- τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας
- χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,
- ὁπότε Δαρδανίδα κόραν Πριάμου
- Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ
- ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον
- νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ
- σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
- ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
- ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
- ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον
- ἀλλοτρίαισι γλώσσαις·
- κακολόγοι δὲ πολῖται.
- ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·
- ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
- θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
- ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
- μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων
- Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον
- Στρόφιον ἐξίκετο, νέα κεφαλά,
- Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει
- πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
- ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
- ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
- ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;
- Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
- φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν
- ἢ πατρὶ Πυθονίκῳ
- τό γέ νυν ἢ Θρασυδαίῳ·
- τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.
- τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
- Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
- ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·
- Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν
- Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,
- δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.
- τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ
- ὄλβῳ τεθαλότα, μέμφομʼ αἶσαν τυραννίδων·
- ξυναῖσι δʼ ἀμφʼ ἀρεταῖς τέταμαι. φθονεροὶ δʼ ἀμύνονται
- ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν
- ἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰν
- καλλίονα θανάτου στείχοι , γλυκυτάτᾳ γενεᾷ
- εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
- ἅ τε τὸν Ἰφικλείδαν
- διαφέρει Ἰόλαον
- ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,
- σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,
- τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας,
- τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου.