Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,
- Φερσεφόνας ἕδος, ἅ τʼ ὄχθαις ἔπι μηλοβότου
- ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,
- ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ
- δέξαι στεφάνωμα τόδʼ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ,
- αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε
- Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων
- οὔλιον θρῆνον διαπλέξαισʼ Ἀθάνα·
- τὸν παρθενίοις ὑπό τʼ ἀπλάτοις ὀφίων κεφαλαῖς
- ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,
- Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος,
- εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.
- ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος,
- λυγρόν τʼ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τʼ ἔμπεδον
- δουλοσύναν τό τʼ ἀναγκαῖον λέχος,
- εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας
- υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου
- ἔμμεναι. ἀλλʼ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων
- ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος,
- ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων
- χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον.
- εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν,
- ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,
- εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων,
- λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,
- τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
- Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
- εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
- οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον
- δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος
- οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν
- ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.