Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
  2. Ἄρεος ὅπλοις·
  3. ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν
  4. πέτραν κρατησίποδα Φρικίαν.
  5. ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
  6. ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
  7. τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν
  8. λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
  9. μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
  10. ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
  11. ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
  12. τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,