Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ ζώων ἔτι νεαρὸν
  2. κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
  3. ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ.
  4. ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
  5. πλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις
  6. ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
  7. παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
  8. δώματʼ ἐσελθών,
  9. κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
  10. ῥέζοντας· ὧν θαλίαις ἔμπεδον
  11. εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων
  12. χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.