Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὄλβια Λακεδαίμων,
  2. μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς
  3. ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
  4. τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
  5. Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
  6. ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
  7. γεύεται γὰρ ἀέθλων·
  8. στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
  9. διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
  10. Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·
  11. ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·
  12. τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς