Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων
  2. σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,
  3. πείθονται δʼ ἀοιδοὶ σάμασιν,
  4. ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
  5. καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
  6. ἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις,
  7. ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν
  8. ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων
  9. ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς
  10. ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν
  11. ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
  12. κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
  13. ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
  14. Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον,
  15. ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
  16. Τυφὼς ἑκατοντακάρανος· τόν ποτε
  17. Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν
  18. ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
  19. Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει,
  20. νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·
  21. τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
  22. ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
  23. αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας
  24. φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
  25. κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν
  26. δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
  27. οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
  28. καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
  29. εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,
  30. ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν
  31. κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
  32. γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
  33. ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις
  34. ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ
  35. καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος
  36. ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
  37. λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν
  38. καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
  39. Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,
  40. ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
  41. ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
  42. καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον
  43. αἰνῆσαι μενοινῶν ἔλπομαι
  44. μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,
  45. μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·
  46. εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.
  47. ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
  48. τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
  49. οἵαν οὔτις Ἑλλάνων δρέπει,
  50. πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
  51. ἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλον
  52. καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
  53. ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·
  54. ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,
  55. ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.