Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
- ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
- μάτρωος δʼ ἐκάλεσσέ νιν
- ἰσώνυμον ἔμμεν,
- ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ
- ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.
- ἀφίκοντο δέ οἱ ξένοι,
- ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·
- υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
- Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ Ἀτρείδαις
- Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
- μόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
- πρύμναις Τήλεφος ἔμβαλεν·
- ὥστʼ ἔμφρονι δεῖξαι
- μαθεῖν Πατρόκλου βιατὰν νόον.
- ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
- παραγορεῖτο μή ποτε
- σφετέρας ἄτερθε ταξιοῦσθαι
- δαμασιμβρότου αἰχμᾶς.
- εἴην εὑρησιεπὴς ἀναγεῖσθαι