Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας
- ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳ
- Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε
- δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον
- κτισσάσθαν λίθινον γόνον·
- λαοὶ δʼ ὀνύμασθεν.
- ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,
- αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων
- νεωτέρων. λέγοντι μὰν
- χθόνα μὲν κατακλύσαι μέλαιναν
- ὕδατος σθένος, ἀλλὰ
- Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
- ἄντλον ἑλεῖν. κείνων ἔσαν
- χαλκάσπιδες ὑμέτεροι πρόγονοι
- ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας
- κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
- πρὶν Ὀλύμπιος ἁγεμὼν
- θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
- μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
- Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις