Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πρόσφορος ἐν Μοισᾶν δίφρῳ·
  2. τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
  3. ἕσποιτο. προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθον
  4. τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησαν
  5. μίαν ἔργον ἀνʼ ἁμέραν.
  6. ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι,
  7. ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·
  8. Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις,
  9. οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
  10. μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·
  11. φῶτας δʼ ὀξυρεπεῖ δόλῳ
  12. ἀπτῶτι δαμάσσαις
  13. διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
  14. ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
  15. τὰ δὲ Παρρασίῳ στρατῷ
  16. θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
  17. καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν
  18. Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου
  19. τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.
  20. τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς