Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἐγὼ δέ τοι φίλαν πόλιν
- μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
- καὶ ἀγάνορος ἵππου
- θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
- ἀγγελίαν πέμψω ταύταν,
- εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
- ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
- κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες
- ἐγένοντʼ· ἐπεὶ ἀντία
- πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
- ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
- ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
- Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
- βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
- θνᾳσκόντων; ἀπό μοι λόγον
- τοῦτον, στόμα, ῥῖψον·
- ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
- ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
- μανίαισιν ὑποκρέκει.
- μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν