Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
  2. βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
  3. θνᾳσκόντων; ἀπό μοι λόγον
  4. τοῦτον, στόμα, ῥῖψον·
  5. ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
  6. ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
  7. μανίαισιν ὑποκρέκει.
  8. μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν
  9. χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας
  10. ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳ
  11. Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε
  12. δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον
  13. κτισσάσθαν λίθινον γόνον·
  14. λαοὶ δʼ ὀνύμασθεν.
  15. ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,
  16. αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων
  17. νεωτέρων. λέγοντι μὰν
  18. χθόνα μὲν κατακλύσαι μέλαιναν
  19. ὕδατος σθένος, ἀλλὰ
  20. Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας