Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων
  2. κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
  3. ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
  4. μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν
  5. σόν τε, Κασταλία, πάρα
  6. Ἀλφεοῦ τε ῥέεθρον·
  7. ὅθεν στεφάνων ἄωτοι κλυτὰν
  8. Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.
  9. ἐγὼ δέ τοι φίλαν πόλιν
  10. μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
  11. καὶ ἀγάνορος ἵππου
  12. θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
  13. ἀγγελίαν πέμψω ταύταν,
  14. εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
  15. ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
  16. κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες
  17. ἐγένοντʼ· ἐπεὶ ἀντία
  18. πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
  19. ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
  20. ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων