Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἄντλον ἑλεῖν. κείνων ἔσαν
  2. χαλκάσπιδες ὑμέτεροι πρόγονοι
  3. ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας
  4. κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
  5. πρὶν Ὀλύμπιος ἁγεμὼν
  6. θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
  7. μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
  8. Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις
  9. ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
  10. ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
  11. μάτρωος δʼ ἐκάλεσσέ νιν
  12. ἰσώνυμον ἔμμεν,
  13. ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ
  14. ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.
  15. ἀφίκοντο δέ οἱ ξένοι,
  16. ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·
  17. υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
  18. Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ Ἀτρείδαις
  19. Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
  20. μόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν