Olympian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ἀνθρώπων ἀρεταῖς κλέος
  2. ὤρουσαν ἀρέσθαι.
  3. ἄνευ δὲ θεοῦ σεσιγαμένον
  4. οὐ σκαιότερον χρῆμʼ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι
  5. ὁδῶν ὁδοὶ περαίτεραι,
  6. μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει
  7. μελέτα· σοφίαι μὲν
  8. αἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον,
  9. ὄρθιον ὤρυσαι θαρσέων,
  10. τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν
  11. εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν,
  12. Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.