Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
- μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·
- φῶτας δʼ ὀξυρεπεῖ δόλῳ
- ἀπτῶτι δαμάσσαις
- διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
- ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
- τὰ δὲ Παρρασίῳ στρατῷ
- θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
- καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν
- Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου
- τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.
- τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς