Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
  2. Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
  3. ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ
  4. Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
  5. ἐρύκετον ψευδέων
  6. ἐνιπὰν ἀλιτόξενον.
  7. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
  8. ἐμὸν καταίσχυνε βαθὺ χρέος.
  9. ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν
  10. ὅπα κῦμα κατακλύσσει ῥέον,
  11. ὅπα τε κοινὸν λόγον
  12. φίλαν τίσομεν ἐς χάριν.