Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
- Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
- κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
- ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
- ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
- εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·
- ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
- αὐτούς τʼ ἀέξοι καὶ πόλιν.
- τὸ μὲν Ἀρχιλόχου μέλος
- φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
- ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι
- κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
- ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
- Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι
- ἀκρωτήριον Ἄλιδος
- τοιοῖσδε βέλεσσιν,
- τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
- ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·
- πτερόεντα δʼ ἵει γλυκὺν
- Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι