Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- κουφότεραι γὰρ ἀπειράτων φρένες.
- κεῖνα δὲ κεῖνος ἂν εἴποι
- ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
- ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
- νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
- νίκαν τριακοστὰν ἑλών·
- ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν
- ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
- νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
- πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
- γήραος ἀντίπαλον.
- Ἀΐδα τοι λάθεται
- ἄρμενα πράξαις ἀνήρ.
- ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
- χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
- ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
- ἔστι δὲ καί τι θανόντεσσιν μέρος
- κὰν νόμον ἐρδομένων·
- κατακρύπτει δʼ οὐ κόνις
- συγγόνων κεδνὰν χάριν.