Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Σωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταὶ
  2. οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις
  3. τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
  4. Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
  5. ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον
  6. φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
  7. ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
  8. εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
  9. ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶ
  10. ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
  11. οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,
  12. καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
  13. μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
  14. ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
  15. ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ
  16. βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
  17. καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
  18. ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
  19. ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·
  20. πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·