Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,
  2. ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·
  3. αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον
  4. κινδύνῳ κεκαλυμμένον· ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
  5. Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον
  6. τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον,
  7. ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
  8. αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς
  9. δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις
  10. ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,
  11. υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,
  12. ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
  1. χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
  2. κίονας, ὡς ὅτε θαητὸν μέγαρον
  3. πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον
  4. χρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας,
  5. βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
  6. συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον
  7. κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
  8. ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδʼ ἔχων