Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
  2. παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
  3. κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
  4. κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν
  5. ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
  6. ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
  7. ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
  8. οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
  9. ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
  10. ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.
  11. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
  12. κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
  13. τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας
  14. πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
  15. ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος
  16. ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
  17. λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
  18. δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
  19. ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
  20. πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ