Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
  2. ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
  3. Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
  4. γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
  5. λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
  6. ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
  7. εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·
  8. τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
  9. ἄρτια μηδόμενος, φοινικόπεζαν
  10. ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,
  11. καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
  12. λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
  13. σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
  14. οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
  15. ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ
  16. νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸς
  17. τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
  18. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
  19. ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
  20. Ἀμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.