Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
  2. ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν
  3. Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
  4. ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
  5. Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
  6. ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.
  7. ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰς
  8. ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
  9. χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
  10. τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
  11. ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
  12. εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
  13. ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
  14. πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων
  15. Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,
  16. σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
  17. δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
  18. ἅ μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς·
  19. ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
  20. πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ