Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
- ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
- δωρήσεται
- νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
- συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων
- παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
- καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
- ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
- ἱλάσκομαι,
- Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.
- ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
- θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
- καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
- ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
- εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον
- αἰνέσω πυγμᾶς ἄποινα
- καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
- Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
- ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
- ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου