Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
  2. ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
  3. πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
  4. εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
  5. πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
  6. ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
  7. ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
  8. οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν
  9. κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,
  10. ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
  11. σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
  12. τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
  13. καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,
  14. ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
  15. αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,
  16. νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴς
  17. πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,
  18. δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.
  19. ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·
  20. ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον