Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶ
  2. ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
  3. οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,
  4. καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
  5. μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
  6. ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
  7. ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ
  8. βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
  9. καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
  10. ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
  11. ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·
  12. πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·
  13. ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
  14. παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
  15. κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
  16. κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν
  17. ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
  18. ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
  19. ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
  20. οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.