Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις
  2. ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,
  3. υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,
  4. ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
  1. χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
  2. κίονας, ὡς ὅτε θαητὸν μέγαρον
  3. πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον
  4. χρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας,
  5. βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
  6. συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον
  7. κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
  8. ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδʼ ἔχων
  9. Σωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταὶ
  10. οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις
  11. τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
  12. Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
  13. ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον
  14. φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
  15. ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
  16. εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,