Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
  2. ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.
  3. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
  4. κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
  5. τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας
  6. πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
  7. ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος
  8. ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
  9. λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
  10. δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
  11. ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
  12. πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
  13. εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
  14. πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
  15. ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
  16. ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
  17. οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν
  18. κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,
  19. ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
  20. σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ