Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις
- ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,
- ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν
- νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
- ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων
- σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν
- τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,
- καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,
- κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,
- ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·
- αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον
- κινδύνῳ κεκαλυμμένον· ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
- Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον
- τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον,
- ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
- αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς
- δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις
- ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,
- υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,
- ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.